Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.212 Joseph. AJ 3.217 (English) >>Joseph. AJ 3.222

3.215τῶν γὰρ λίθων, οὓς ἐπὶ τοῖς ὤμοις φέρειν τὸν ἀρχιερέα προεῖπον, σαρδόνυχες δὲ ἦσαν καὶ σημαίνειν αὐτῶν τὴν φύσιν ἡγοῦμαι περισσὸν πᾶσιν εἰς γνῶσιν ἀφιγμένων, συνέβαινε λάμπειν, ὁπότε ταῖς ἱερουργίαις θεὸς παρείη, τὸν ἕτερον τὸν ἐπὶ τῷ δεξιῷ τῶν ὤμων πεπορπημένον αὐγῆς ἀποπηδώσης καὶ τοῖς πορρωτάτω φαινομένης, οὐ πρότερον ταύτης ὑπαρχούσης τῷ λίθῳ. 3.216θαυμαστὸν μὲν οὖν καὶ τοῦτο τοῖς μὴ τὴν σοφίαν ἐπʼ ἐκφαυλισμῷ τῶν θείων ἠσκηκόσιν, δʼ ἐστὶ τούτου θαυμασιώτερον ἐρῶ· διὰ γὰρ τῶν δώδεκα λίθων, οὓς κατὰ στέρνον ἀρχιερεὺς ἐνερραμμένους τῷ ἐσσῆνι φορεῖ, νίκην μέλλουσι πολεμεῖν προεμήνυεν θεός· 3.217τοσαύτη γὰρ ἀπήστραπτεν ἀπʼ αὐτῶν αὐγὴ μήπω τῆς στρατιᾶς κεκινημένης, ὡς τῷ πλήθει παντὶ γνώριμον εἶναι τὸ παρεῖναι τὸν θεὸν εἰς τὴν ἐπικουρίαν, ὅθεν Ἕλληνες οἱ τὰ ἡμέτερα τιμῶντες ἔθη διὰ τὸ μηδὲν ἀντιλέγειν δύνασθαι τούτοις τὸν ἐσσῆνα λόγιον καλοῦσιν. 3.218ἐπαύσατο μὲν οὖν τε ἐσσὴν καὶ σαρδόνυξ τοῦ λάμπειν ἔτεσι διακοσίοις πρότερον ταύτην ἐμὲ συνθεῖναι τὴν γραφὴν τοῦ θεοῦ δυσχεράναντος ἐπὶ τῇ παραβάσει τῶν νόμων, περὶ ὧν ἐροῦμεν εὐκαιρότερον. τρέψομαι δὲ νῦν ἐπὶ τὸν ἑξῆς λόγον. 3.219

Καθιερωμένης γὰρ δὴ τῆς σκηνῆς καὶ διακεκοσμημένων τῶν περὶ τοὺς ἱερέας τό τε πλῆθος ὁμόσκηνον αὐτῷ τὸν θεὸν ἔκρινεν εἶναι καὶ τρέπεται πρὸς θυσίας τε καὶ ἀνέσεις ὡς ἅπασαν ἤδη κακοῦ προσδοκίαν ἀπεωσμένον, καὶ περὶ τῶν μελλόντων ὡς ἀμεινόνων ἐπιθυμοῦντες δωρεάς τε τῷ θεῷ τὰς μὲν κοινῇ τὰς δὲ κατʼ ἰδίαν ἀνετίθεσαν κατὰ φυλάς·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.212 Joseph. AJ 3.217 (English) >>Joseph. AJ 3.222

Powered by PhiloLogic